Collation of ByzRP vs 32589 (2589)

Read 2589 in the INTF website here.

Download the Robinson-Pierpont 2018 edition of the Byzantine textform here.

Description Examples
Word in both ByzRP and 2589 λογος
2589 adds (word not present in ByzRP) λογος
2589 omits (word present in ByzRP) λογος
Text fragmentary, supplied by transcriber of 2589 λογος
Text unclear, supplied by transcriber of 2589 λογος
Corrector’s hand is superscript (corrector agrees with ByzRP) λογος
Corrector’s hand is superscript (corrector adds, not present in ByzRP) λογος
2589 abbreviates nomen sacrum θεος
Gap in 2589

The Gospel of Matthew

Chapter 11

αρατε τον ζυγον μου εφ υμας και μαθετε απ εμου οτι πραος ειμι και ταπεινος τη καρδια και ευρησετε αναπαυσιν ταις ψυχαις υμων

11:29

ο γαρ ζυγος μου χρηστος και το φορτιον μου ελαφρον εστιν

11:30

Chapter 12

εν εκεινω τω καιρω επορευθη ο ιησους τοις σαββασιν σαββασι δια των σποριμων οι δε μαθηται αυτου επεινασαν και ηρξαντο τιλλειν σταχυας και εσθιειν

12:1

οι δε φαρισαιοι ιδοντες ειπον αυτω ιδου οι μαθηται σου ποιουσιν ο ουκ εξεστιν εξεστι ποιειν εν σαββατω σαββασιν

12:2

ο δε ειπεν αυτοις ουκ ανεγνωτε τι εποιησεν δαυιδ οτε επεινασεν αυτος και οι μετ αυτου

12:3

πως εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθεσεως εφαγεν εφαγον ους ουκ εξον ην αυτω φαγειν ουδε τοις μετ αυτου ει μη τοις ιερευσιν ιερευσι μονοις μονον

12:4

η ουκ ανεγνωτε εν τω νομω οτι τοις σαββασιν οι ιερεις εν τω ιερω το σαββατον βεβηλουσιν βεβηλουσι και αναιτιοι εισιν

12:5

λεγω δε υμιν οτι του ιερου μειζον εστιν ωδε

12:6

ει δε εγνωκειτε τι εστιν ελεον θελω και ου θυσιαν ουκ αν κατεδικασατε τους αναιτιους

12:7

κυριος γαρ εστιν εστι του σαββατου ο υιος του ανθρωπου

12:8

και μεταβας εκειθεν ηλθεν εις την συναγωγην αυτων

12:9

και ιδου ανθρωπος ην την χειρα εχων ξηραν και επηρωτησαν αυτον λεγοντες ει εξεστιν εξεστι τοις σαββασιν σαββασι θεραπευειν ινα κατηγορησωσιν αυτου

12:10

ο δε ειπεν αυτοις τις εσται εξ υμων ανθρωπος ος εξει προβατον εν και εαν εμπεση τουτο τοις σαββασιν εις βοθυνον ουχι κρατησει αυτο αυτω και εγερει

12:11

ποσω ουν διαφερει ανθρωπος προβατου ωστε εξεστιν εξεστι τοις σαββασιν σαββασι καλως ποιειν

12:12

τοτε λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη απεκατεσταθη υγιης ως η αλλη

12:13

οι δε φαρισαιοι συμβουλιον ελαβον κατ αυτου εξελθοντες οπως αυτον απολεσωσιν

12:14

ο δε ιησους γνους ανεχωρησεν εκειθεν και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους παντας

12:15

και επετιμησεν επετι μησεν αυτοις ινα μη φανερον αυτον ποιησωσιν

12:16

οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος

12:17

ιδου ο παις μου ον ηρετισα ηρετησα ο αγαπητος μου εις ον ευδοκησεν η ψυχη μου θησω το πνευμα μου επ αυτον και κρισιν τοις εθνεσιν απαγγελει

12:18

ουκ ερισει ουδε κραυγασει ουδε ακουσει τις εν ταις πλατειαις την φωνην αυτου

12:19

καλαμον συντετριμμενον ου κατεαξει και λινον τυφομενον τυφωμενον ου σβεσει εως αν εκβαλη εις νικος την κρισιν

12:20

και τω το ονοματι αυτου εθνη ελπιουσιν

12:21

τοτε προσηνεχθη αυτω δαιμονιζομενος τυφλος και κωφος και εθεραπευσεν αυτον ωστε τον τυφλον και κωφον και λαλειν και βλεπειν

12:22

και εξισταντο παντες οι οχλοι και ελεγον μητι ουτος εστιν ο υιος δαυιδ

12:23

οι δε φαρισαιοι ακουσαντες ειπον ουτος ουκ εκβαλλει τα δαιμονια ει μη εν τω βεελζεβουλ αρχοντι των δαιμονιων

12:24

ειδως δε ο ιησους τας ενθυμησεις αυτων ειπεν αυτοις πασα βασιλεια μερισθεισα καθ εαυτης ερημουται και πασα πολις η οικια μερισθεισα καθ εαυτης ου σταθησεται

12:25

και ει ο σατανας τον σαταναν εκβαλλει εφ εαυτον εμερισθη πως ουν σταθησεται η βασιλεια αυτου

12:26

και ει εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν εκβαλλουσι δια τουτο αυτοι υμων εσονται κριται

12:27

ει δε εν πνευματι θεου εγω εκβαλλω τα δαιμονια αρα εφθασεν εφ υμας η βασιλεια του θεου

12:28

η πως δυναται τις εισελθειν εις την οικιαν του ισχυρου και τα σκευη αυτου διαρπασαι εαν μη πρωτον δηση τον ισχυρον και τοτε την οικιαν αυτου διαρπασει

12:29

ο μη ων μετ εμου κατ εμου εστιν εστι και ο μη συναγων μετ εμου σκορπιζει

12:30

δια τουτο λεγω υμιν πασα αμαρτια και βλασφημια αφεθησεται τοις ανθρωποις η δε του πνευματος βλασφημια ουκ αφεθησεται τοις ανθρωποις

12:31
Back to top